Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 14.7 Dem. 14.11 (English) >>Dem. 14.14

14.9ἐγὼ δʼ, ἄνδρες Ἀθηναῖοι, νομίζω τὸν μὲν πόλεμον τὸν πρὸς βασιλέα χαλεπὸν τῇ πόλει, τὸν δʼ ἀγῶνα τὸν ἐκ τοῦ πολέμου ῥᾴδιον ἂν συμβῆναι. διὰ τί; ὅτι τοὺς μὲν πολέμους ἅπαντας ἀναγκαίως ἡγοῦμαι τριήρων καὶ χρημάτων καὶ τόπων δεῖσθαι, ταῦτα δὲ πάντʼ ἀφθονώτερʼ ἐκεῖνον ἔχονθʼ ἡμῶν εὑρίσκω· τοὺς δʼ ἀγῶνας οὐδενὸς οὕτω τῶν ἄλλων ὁρῶ δεομένους ὡς ἀνδρῶν ἀγαθῶν, τούτους δʼ ἡμῖν καὶ τοῖς μεθʼ ἡμῶν κινδυνεύουσι πλείους ὑπάρχειν νομίζω. 14.10τὸν μὲν δὴ πόλεμον διὰ ταῦτα παραινῶ μηδʼ ἐξ ἑνὸς τρόπου προτέρους ἀνελέσθαι, ἐπὶ δὲ τὸν ἀγῶνα ὀρθῶς φημι παρεσκευασμένους ὑπάρχειν χρῆναι. εἰ μὲν οὖν ἕτερος μὲν ἦν τις τρόπος δυνάμεως τοὺς βαρβάρους οἷόν τʼ ἦν ἀμύνασθαι, ἕτερος δέ τις τοὺς Ἕλληνας, εἰκότως ἂν ἴσως φανεροὶ πρὸς ἐκεῖνον ἐγιγνόμεθʼ ἀντιταττόμενοι· 14.11ἐπεὶ δὲ πάσης ἐστὶ παρασκευῆς αὐτὸς τρόπος καὶ δεῖ ταὔτʼ εἶναι κεφάλαια τῆς δυνάμεως, τοὺς ἐχθροὺς ἀμύνασθαι δύνασθαι, τοῖς οὖσι συμμάχοις βοηθεῖν, τὰ ὑπάρχοντʼ ἀγαθὰ σῴζειν, τί τοὺς ὁμολογουμένως ἐχθροὺς ἔχοντες ἑτέρους ζητοῦμεν; ἀλλὰ παρασκευασώμεθα μὲν πρὸς αὐτούς, ἀμυνούμεθα δὲ κἀκεῖνον, ἂν ἡμᾶς ἀδικεῖν ἐπιχειρῇ. 14.12καὶ νῦν μὲν καλεῖτε πρὸς ὑμᾶς αὐτοὺς τοὺς Ἕλληνας· ἂν δʼ κελεύουσιν οὗτοι μὴ ποιῆτε, οὐχ ἡδέως ἐνίων ὑμῖν ἐχόντων, πῶς χρὴ προσδοκᾶν τινʼ ὑπακούσεσθαι; ὅτι νὴ Δίʼ ἀκούσονται παρʼ ἡμῶν ὡς ἐπιβουλεύει βασιλεὺς αὐτοῖς. αὐτοὺς δʼ οὐ προορᾶν, πρὸς τοῦ Διός, οἴεσθε τοῦτο; ἐγὼ μὲν γὰρ οἶμαι. ἀλλʼ οὔπω μείζων ἔσθʼ φόβος τῶν πρὸς ὑμᾶς καὶ πρὸς ἀλλήλους ἐνίοις διαφορῶν. οὐδὲν οὖν ἀλλʼ ῥαψῳδήσουσιν οἱ πρέσβεις περιιόντες.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 14.7 Dem. 14.11 (English) >>Dem. 14.14

Powered by PhiloLogic